Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.160 Dem. 21.164 (English) >>Dem. 21.167

21.162ἐπειδὴ δὲ πολιορκεῖσθαι τοὺς ἐν Ταμύναις στρατιώτας ἐξηγγέλλετο, καὶ πάντας ἐξιέναι τοὺς ὑπολοίπους ἱππέας, ὧν εἷς οὗτος ἦν, προεβούλευσεν βουλή, τηνικαῦτα φοβηθεὶς τὴν στρατείαν ταύτην εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν, πρὶν καὶ προέδρους καθέζεσθαι, παρελθὼν ἐπέδωκεν. τῷ δῆλον, ὥστε μηδʼ ἀντειπεῖν αὐτὸν ἔχειν, ὅτι τὴν στρατείαν φεύγων, οὐ φιλοτιμίᾳ, τοῦτʼ ἐποίησεν; τοῖς μετὰ ταῦτα πραχθεῖσιν ὑπʼ αὐτοῦ. 21.163τὸ μὲν γὰρ πρῶτον, ὡς οὐκ ἐδόκει, προϊούσης τῆς ἐκκλησίας καὶ λόγων γιγνομένων, τῆς τῶν ἱππέων βοηθείας ἤδη δεῖν, ἀλλʼ ἀνεπεπτώκει τὰ τῆς ἐξόδου, οὐκ ἀνέβαινʼ ἐπὶ τὴν ναῦν ἣν ἐπέδωκεν, ἀλλὰ τὸν μέτοικον ἐξέπεμψε τὸν Αἰγύπτιον, Πάμφιλον, αὐτὸς δὲ μένων ἐνθάδε τοῖς Διονυσίοις διεπράττετο ταῦτʼ ἐφʼ οἷς νυνὶ κρίνεται· 21.164ἐπειδὴ δʼ στρατηγὸς Φωκίων μετεπέμπετο τοὺς ἐξ Ἀργούρας ἱππέας ἐπὶ τὴν διαδοχὴν καὶ κατείληπτο σοφιζόμενος, τόθʼ δειλὸς καὶ κατάρατος οὑτοσὶ λιπὼν τὴν τάξιν ταύτην ἐπὶ τὴν ναῦν ᾤχετο, καὶ ὧν ἱππαρχεῖν ἠξίωσε παρʼ ὑμῖν ἱππέων, τούτοις οὐ συνεξῆλθεν. εἰ δʼ ἐν τῇ θαλάττῃ κίνδυνός τις ἦν, εἰς τὴν γῆν δῆλον ὅτι ᾤχετʼ ἄν. 21.165οὐ μὴν Νικήρατός γʼ οὕτως τοῦ Νικίου, ἀγαπητός, ἄπαις, παντάπασιν ἀσθενὴς τῷ σώματι· οὐδʼ Εὐκτήμων τοῦ Αἰσίωνος, οὐχ οὕτως· οὐδʼ Εὐθύδημος τοῦ Στρατοκλέους· ἀλλʼ αὐτῶν ἕκαστος ἑκὼν ἐπιδοὺς τριήρη οὐκ ἀπέδρα ταύτῃ τὴν στρατείαν, ἀλλὰ τὴν μὲν ἐπίδοσιν ἐν χάριτος μέρει καὶ δωρειᾶς παρεῖχον πλέουσαν τῇ πόλει, οὗ δʼ νόμος προσέταττεν, ἐνταῦθα τοῖς σώμασιν αὐτοὶ λῃτουργεῖν ἠξίουν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.160 Dem. 21.164 (English) >>Dem. 21.167

Powered by PhiloLogic